Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.95 Joseph. AJ 17.100 (English) >>Joseph. AJ 17.105

17.98τὰ γὰρ πάντα οὐδαμόθεν ἀλλὰ μηνύσει τῇ ἐκείνου μεμαθηκότα πρᾶξαι τὰ ἐπʼ αὐτοῖς πεπραγμένα γνώμῃ τῇ ἐκείνου, οὓς ἀπολύειν κακοῦ παντὸς κληρονόμον τῆς πατροκτονίας αὐτοῖς καθιστάμενον. 17.99

Ταῦθʼ ἅμα λέγων εἰς δάκρυα τρέπεται λέγειν τε ἄπορος ἦν. καὶ Νικόλαος Δαμασκηνός, φίλος τε ὢν τοῦ βασιλέως καὶ τὰ πάντα συνδιαιτώμενος ἐκείνῳ καὶ τοῖς πράγμασιν ὃν πραχθεῖεν τρόπον παρατετευχώς, δεηθέντι τῷ βασιλεῖ τὰ λοιπὰ εἰπεῖν ὁπόσα ἀποδείξεών τε καὶ ἐλέγχων ἐχόμενα ἦν. 17.100καὶ τοῦ Ἀντιπάτρου κατὰ δικαιολογίαν πρὸς τὸν πατέρα τετραμμένου καὶ ὁπόσα παραδείγματα τῆς εὐνοίας πρὸς αὐτὸν διεξιόντος, τὰς τιμὰς αἳ ὑπῆρχον αὐτῷ προφερόμενος, ἃς μὴ ἄν ποτε γενέσθαι μὴ οὐκ ἀρετῆς ἀξίῳ περὶ αὐτὸν γεγονότι· 17.101καὶ γὰρ ὁπόσα προϊδεῖν δεήσειε πάντων προβεβουλευκέναι σωφρόνως, εἴ τέ τινα ἐδεῖτο χειρῶν, πόνῳ τῷ αὐτοῦ ἐκπεπρᾶχθαι τὰ πάντα, εἰκός τε οὐκ εἶναι τῶν ἀλλαχόθεν ἐπιβουλῶν τὸν πατέρα ἐξελόμενον αὐτὸν ἐπιβουλευτὴν καταστῆναι ἀφανίζοντα ἀρετήν, ἐπʼ ἐκείνοις ἐμαρτυρεῖτο αὐτῷ, κακίᾳ τῇ ἐπὶ τοῖσδε μελλούσῃ συνεῖναι. 17.102καίτοι γε τοῦ μέλλοντος διάδοχον προαποδεδεῖχθαι καὶ τοῦ συναπολαυσομένου τιμῶν, αἳ εἰς τὸ παρὸν περιῆσαν, οὐκ ἐπικεκωλῦσθαι· εἰκός τε οὐκ εἶναι τὸν ἁπάντων ἀκινδύνως καὶ μετʼ ἀρετῆς ἔχοντα τὴν ἡμίσειαν μετὰ ψόγων καὶ κινδύνου ἐφίεσθαι τοῦ ὅλου ἄδηλον εἰ δυναμένου περιγενέσθαι, καὶ ταῦτα τεθεαμένον τὴν ζημίαν τῶν ἀδελφῶν καὶ μηνυτὴν μὲν καὶ κατηγορητὴν γενόμενον λανθάνειν δυναμένων, κολαστὴν δʼ ἐπεὶ φανεροὶ κατέστησαν πονηροὶ τὰ πρὸς τὸν πατέρα ὄντες.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.95 Joseph. AJ 17.100 (English) >>Joseph. AJ 17.105

Powered by PhiloLogic